οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο · οἱ δʼ ἐν Ἀφέτῃσι βάρβαροι , ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε , ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσουσι ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι . τοῖσι δε Ἕλλησι ἐπεβοήθεον νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί .
αὗταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα , ὡς τῶν βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος . φυλάξαντες δὴ τὴν αὐτὴν ὥρην , πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι · ταύτας δὲ διαφθείραντες , ὡς εὐφρόνη ἐγίνετο , ἀπέπλεον ὀπίσω ἐπὶ τὸ Ἀρτεμίσιον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.