ὣς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι οἱ ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον . τὸ γὰρ δεῖπνον τοιόνδε τι ἐγίνετο , οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ περὶ πολλοῦ ποιευμένων ·
τοῦτο μέν , ὡς ἐπύθοντο τάχιστα τῶν κηρύκων τῶν περιαγγελλόντων , δασάμενοι σῖτον ἐν τῇσι πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ μῆνας συχνούς · τοῦτο δὲ κτήνεα ἐσίτευον ἐξευρίσκοντες τιμῆς τὰ κάλλιστα , ἔτρεφόν τε ὄρνιθας χερσαίους καὶ λιμναίους ἔν τε οἰκήμασι καὶ λάκκοισι , ἐς ὑποδοχὰς τοῦ στρατοῦ · τοῦτο δὲ χρύσεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ κρητῆρας ἐποιεῦντο καὶ τἆλλα ὅσα ἐπὶ τράπεζαν τιθέαται πάντα . ταῦτα
μὲν αὐτῷ τε βασιλέι καὶ τοῖσι ὁμοσίτοισι μετʼ ἐκείνου ἐπεποίητο , τῇ δὲ ἄλλῃ στρατιῇ τὰ ἐς φορβὴν μοῦνα τασσόμενα . ὅκως δὲ ἀπίκοιτο ἡ στρατιή , σκηνὴ μὲν ἔσκε πεπηγυῖα ἑτοίμη ἐς τὴν αὐτὸς σταθμὸν ποιεέσκετο Ξέρξης , ἡ δὲ ἄλλη στρατιὴ ἔσκε ὑπαίθριος . ὡς
δὲ δείπνου ἐγίνετο ὥρη , οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον , οἳ δὲ ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν , τῇ ὑστεραίῃ τήν τε σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω ἀπελαύνεσκον , λείποντες οὐδὲν ἀλλὰ φερόμενοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.