τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι , τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν ʽὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβάλλειν ’ τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων .
ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων , ἐνθαῦτα , ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν ʽτὸ Παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσἰ , ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος · πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε . ἐν
σοὶ νῦν Καλλίμαχε ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι . νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον , καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι , δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ , ἢν δὲ περιγένηται αὕτη ἡ πόλις , οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι .
ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι , καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν , νῦν ἔρχομαι φράσων . ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι , τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν .
μέν νυν μὴ συμβάλωμεν , ἔλπομαι τινὰ στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι · ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι , θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ .
ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται . ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ , ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι · ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ , ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.