οἳ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων ὑπὸ Πολυκράτεος οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον , ἀλλʼ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες , δοῦναι σφίσι λόγον , καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν · οἳ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι .
καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη · νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον , πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν , καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα . εἰσὶ
δὲ οἳ λέγουσι τοὺς ἀπʼ Αἰγύπτου νικῆσαι Πολυκράτεα , λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς · οὐδὲν γὰρ ἔδει σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι , εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι . πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει , τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί , τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι . τῶν
δʼ ὑπʼ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους , ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας , ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.