αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη καὶ τάδε πρὸς τούτοισι τὰ ἔπεα . πορευόμενοι γὰρ ἐς Σοῦσα ἀπικνέονται παρὰ Ὑδάρνεα · ὁ δὲ Ὑδάρνης ἦν μὲν γένος Πέρσης , στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ · ὅς σφεας ξείνια προθέμενος ἱστία , ξεινίζων δὲ εἴρετο τάδε .
ἄνδρες Λακεδαιμόνιοι , τί δὴ φεύγετε βασιλέι φίλοι γενέσθαι ; ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς ἄνδρας ἀγαθοὺς τιμᾶν , ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντες . οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέι , δεδόξωσθε γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί , ἕκαστος ἂν ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος .
πρὸς ταῦτα ὑπεκρίναντο τάδε . Ὕδαρνες , οὐκ ἐξ ἴσου γίνεται ἡ συμβουλίη ἡ ἐς ἡμέας τείνουσα . τοῦ μὲν γὰρ πεπειρημένος συμβουλεύεις , τοῦ δὲ ἄπειρος ἐών · τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξεπίστεαι , ἐλευθερίης δὲ οὔκω ἐπειρήθης , οὔτʼ εἰ ἔστι γλυκὺ οὔτʼ εἰ μή . εἰ γὰρ αὐτῆς πειρήσαιο , οὐκ ἂν δόρασι συμβουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι , ἀλλὰ καὶ πελέκεσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.