Ψαμμήτιχος μέν νυν οὕτω ἔσχε Αἴγυπτον . τοῦ δὲ χρηστηρίου τοῦ ἐν Αἰγύπτῳ πολλὰ ἐπεμνήσθην ἤδη , καὶ δὴ λόγον περὶ αὐτοῦ ὡς ἀξίου ἐόντος ποιήσομαι . τὸ γὰρ χρηστήριον τοῦτο τὸ ἐν Αἰγύπτῳ ἐστὶ μὲν Λητοῦς ἱρόν , ἐν πόλι δὲ μεγάλῃ ἱδρυμένον κατὰ τὸ Σεβεννυτικὸν καλεόμενον στόμα τοῦ Νείλου , ἀναπλέοντι ἀπὸ θαλάσσης ἄνω .
οὔνομα δὲ τῇ πόλι ταύτῃ ὅκου τὸ χρηστήριον ἐστὶ Βουτώ , ὡς καὶ πρότερον ὠνόμασταί μοι . ἱρὸν δὲ ἐστὶ ἐν τῇ Βουτοῖ ταύτῃ Ἀπόλλωνος καὶ Ἀρτέμιδος , καὶ ὅ γε νηὸς τῆς Λητοῦς , ἐν τῷ δὴ τὸ χρηστήριον ἔνι , αὐτός τε τυγχάνει ἐὼν μέγας καὶ τὰ προπύλαια ἔχει ἐς ὕψος δέκα ὀργυιέων . τὸ
δέ μοι τῶν φανερῶν ἦν θῶμα μέγιστον παρεχόμενον , φράσω · ἔστι ἐν τῷ τεμένεϊ τούτῳ Λητοῦς νηὸς ἐξ ἑνὸς λίθου πεποιημένος ἔς τε ὕψος καὶ ἐς μῆκος καὶ τοῖχος ἕκαστος τούτοισι ἴσος τεσσεράκοντα πηχέων τούτων ἕκαστον ἐστί , τὸ δὲ καταστέγασμα τῆς ὀροφῆς ἄλλος ἐπίκειται λίθος , ἔχων τὴν παρωροφίδα τετράπηχυν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.