ὃ μὲν ταῦτα ἔλεγε , Ξέρξης δὲ ἡσθεὶς τοῖσι εἰρημένοισι εἶπε ξεῖνε Λυδέ , ἐγὼ ἐπείτε ἐξῆλθον τὴν Περσίδα χώρην , οὐδενὶ ἀνδρὶ συνέμιξα ἐς τόδε ὅστις ἠθέλησε ξείνια προθεῖναι στρατῷ τῷ ἐμῷ , οὐδὲ ὅστις ἐς ὄψιν τὴν ἐμὴν καταστὰς αὐτεπάγγελτος ἐς τὸν πόλεμον ἐμοὶ ἠθέλησε συμβαλέσθαι χρήματα , ἔξω σεῦ . σὺ δὲ καὶ ἐξείνισας μεγάλως στρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι .
σοὶ ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι · ξεῖνόν τέ σε ποιεῦμαι ἐμὸν καὶ τὰς τετρακοσίας μυριάδας τοι τῶν στατήρων ἀποπλήσω παρʼ ἐμεωυτοῦ δοὺς τὰς ἑπτὰ χιλιάδας , ἵνα μή τοι ἐπιδεέες ἔωσι αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων , ἀλλὰ ᾖ τοι ἀπαρτιλογίη ὑπʼ ἐμέο πεπληρωμένη .
ἔκτησό τε αὐτὸς τά περ αὐτὸς ἐκτήσαο , ἐπίστασό τε εἶναι αἰεὶ τοιοῦτος · οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐς τὸ παρεὸν οὔτε ἐς χρόνον μεταμελήσει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.