ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα . οὐ μὲν ὦν ἦσαν σφέων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδʼ οἳ μᾶλλον ἐτετιμέατο .
οὕτω οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἂν τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ . ἀνεδέχθη μὲν γὰρ ἀσπίς , καὶ τοῦτο οὐκ ἔστι ἄλλως εἰπεῖν · ἐγένετο γάρ · ὃς μέντοι ἦν ὁ ἀναδέξας , οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.