πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι · καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα , ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο , χρᾷ ἡ Πυθίη , τῇ οὔνομα ἦν Ἀριστονίκη , τάδε .
ὦ μέλεοι , τί κάθησθε ; λιπὼν φεῦγʼ ἔσχατα γαίης1δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα .1οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα ,1οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες , οὔτε τι μέσσης1λείπεται , ἀλλʼ ἄζηλα πέλει · κατὰ γάρ μιν ἐρείπει1πῦρ τε καὶ ὀξὺς Ἄρης , Συριηγενὲς ἅρμα διώκων .1
πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον ,1πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει ,1οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι ,1δείματι παλλόμενοι , κατὰ δʼ ἀκροτάτοις ὀρόφοισι1αἷμα μέλαν κέχυται , προϊδὸν κακότητος ἀνάγκας .1ἀλλʼ ἴτον ἐξ ἀδύτοιο , κακοῖς δʼ ἐπικίδνατε θυμόν .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.