κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός , καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ . προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα , ἀπικόμενος δὲ ὁ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε .
Μεγαρέες λέγουσι · ἡμεῖς , ἄνδρες σύμμαχοι , οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι , ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν · ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι . νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος , ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν .
ὃ μὲν δή σφι ταῦτα ἀπήγγελλε , Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι . οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες , τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος ὁ Λάμπωνος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.