ὃ μὲν ταῦτα συνεβουλεύετο , ἣ δὲ λέγει τάδε . βασιλεῦ , χαλεπὸν μὲν ἐστὶ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν , ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω , Μαρδόνιον δέ , εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν , αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει .
τοῦτο μὲν γὰρ ἢν καταστρέψηται τὰ φησὶ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει , σὸν τὸ ἔργον ὦ δέσποτα γίνεται · οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο . τοῦτο δὲ ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται , οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν ·
ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος ὁ σός , πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες . Μαρδονίου δέ , ἤν τι πάθῃ , λόγος οὐδεὶς γίνεται , οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι , δοῦλον σὸν ἀπολέσαντες · σὺ δέ , τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο , πυρώσας τὰς Ἀθήνας ἀπελᾷς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.