ὃ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο . Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης , συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα . οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους , κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα ·
σάκκους τε ἐπʼ ἁμαξέων εὕρισκον , ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι · ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους , ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς . ἐνθαῦτα
πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες , πολλὰ δὲ καὶ ἀπεδείκνυσαν , ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι · ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο , οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.