ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης , θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα , μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα . ἐπείτε δὲ παρῆσαν ἀμφότεροι , βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη
σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρʼ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν ; ὁ δὲ ἀμείβετο ὧδε . ὦ δέσποτα , ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ . οἱ γάρ με ἐκ τῆς κώμης παῖδες , τῶν καὶ ὅδε ἦν , παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα · ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος .
οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον , οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα , ἐς ὃ ἔλαβὲ τὴν δίκην . εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί , ὅδε τοὶ πάρειμι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.