τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας ὁ Γέλων · τότε δʼ ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς τὰς Συρηκούσας , ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε . ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον · τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι , ὅτι Πέρσης ἀνὴρ μέλλει , ζεύξας τὸν Ἑλλήσποντον καὶ ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης , στρατηλατήσειν ἐπὶ τὴν Ἑλλάδα , πρόσχημα μὲν ποιεύμενος ὡς ἐπʼ Ἀθήνας ἐλαύνει , ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπʼ ἑωυτῷ ποιήσασθαι .
σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης , βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου . ἁλὴς μὲν γὰρ γενομένη πᾶσα ἡ Ἑλλὰς χεὶρ μεγάλη συνάγεται , καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι · ἢν δὲ οἳ μὲν ἡμέων καταπροδιδῶσι οἳ δὲ μὴ θέλωσι τιμωρέειν , τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ᾖ ὀλίγον , τοῦτο δὲ ἤδη δεινὸν γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς .
μὴ γὰρ ἐλπίσῃς , ἢν ἡμέας καταστρέψηται ὁ Πέρσης μάχῃ κρατήσας , ὡς οὐκὶ ἥξει παρὰ σέ γε , ἀλλὰ πρὸ τούτου φύλαξαι · βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις . τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.