ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις , πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε . ὦ Λακεδαιμόνιοι , ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων , ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε , μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε .
τῶν δʼ ἄρʼ ἦν οὐδὲν ἀληθές · πρὶν γὰρ ἢ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι , καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν , ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους .
ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα , ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν . προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι , ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον . νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου , ἀλλʼ ἡμεῖς ἄρχομεν .
τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς , ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι , πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα ; καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι , οἱ δʼ ὦν μετέπειτα μαχέσθων ὕστεροι · εἰ δὲ καὶ μὴ δοκέοι ἀλλʼ ἡμέας μούνους ἀποχρᾶν , ἡμεῖς δὲ διαμαχεσώμεθα · ὁκότεροι δʼ ἂν ἡμέων νικήσωσι , τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.