μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικός , αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπʼ ἐξεργασμένοισι · μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς , συμφορὴν ἐποιεῦντο μεγάλην , ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι .
πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας , τούτους ἐδίωκον μέχρι Θεσσαλίης · Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν . οἳ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς . μετὰ
δὲ Μαντινέας ἧκον Ἠλεῖοι , καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο · ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν . τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους τοσαῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.