οὕτω μέν νυν λέγουσι Πέρσαι . Αἰγύπτιοι δὲ οἰκηιοῦνται Καμβύσεα , φάμενοί μιν ἐκ ταύτης δὴ τῆς Ἀπρίεω θυγατρὸς γενέσθαι · Κῦρον γὰρ εἶναι τὸν πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα , ἀλλʼ οὐ Καμβύσεα . λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι .
οὐ μὲν οὐδὲ λέληθε αὐτούς (εἰ γὰρ τινὲς καὶ ἄλλοι , τὰ Περσέων νόμιμα ἐπιστέαται καὶ Αἰγύπτιοι ) ὅτι πρῶτα μὲν νόθον οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος , αὖτις δὲ ὅτι Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρὸς ἦν παῖς Καμβύσης , ἀνδρὸς Ἀχαιμενίδεω , ἀλλʼ οὐκ ἐκ τῆς Αἰγυπτίης . ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου οἰκίῃ συγγενέες εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.