ἐόντι δὲ αἰχμαλώτῳ τῷ Ἀστυάγεϊ προσστὰς ὁ Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε , καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα , καὶ δὴ καὶ εἴρετό μιν πρὸς τὸ ἑωυτοῦ δεῖπνον , τὸ μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε , ὅ τι εἴη ἡ ἐκείνου δουλοσύνη ἀντὶ τῆς βασιληίης .
ὁ δέ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον . Ἅρπαγος δὲ ἔφη , αὐτὸς γὰρ γράψαι , τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι . Ἀστυάγης
δέ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων , σκαιότατον μέν γε , εἰ παρεὸν αὐτῷ βασιλέα γενέσθαι , εἰ δὴ διʼ ἑωυτοῦ γε ἐπρήχθη τὰ παρεόντα , ἄλλῳ περιέθηκε τὸ κράτος , ἀδικώτατον δέ , ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε . εἰ
γὰρ δὴ δεῖν πάντως περιθεῖναι ἄλλῳ τεῷ τὴν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν , δικαιότερον εἶναι Μήδων τεῷ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν ἢ Περσέων . νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι , Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων νῦν γεγονέναι δεσπότας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.