ἀθανατίζουσι δὲ τόνδε τὸν τρόπον · οὔτε ἀποθνήσκειν ἑωυτοὺς νομίζουσι ἰέναι τε τὸν ἀπολλύμενον παρὰ Σάλμοξιν δαίμονα · οἳ δὲ αὐτῶν τὸν αὐτὸν τοῦτον ὀνομάζουσι Γεβελέιζιν · διὰ
πεντετηρίδος τε τὸν πάλῳ λαχόντα αἰεὶ σφέων αὐτῶν ἀποπέμπουσι ἄγγελον παρὰ τὸν Σάλμοξιν , ἐντελλόμενοι τῶν ἂν ἑκάστοτε δέωνται , πέμπουσι δὲ ὧδε · οἳ μὲν αὐτῶν ταχθέντες ἀκόντια τρία ἔχουσι , ἄλλοι δὲ διαλαβόντες τοῦ ἀποπεμπομένου παρὰ τὸν Σάλμοξιν τὰς χεῖρας καὶ τοὺς πόδας , ἀνακινήσαντες αὐτὸν μετέωρον ῥίπτουσι ἐς τὰς λόγχας . ἢν μὲν δὴ ἀποθάνῃ ἀναπαρείς , τοῖσι δὲ ἵλεος ὁ θεὸς δοκέει εἶναι · ἢν
δὲ μὴ ἀποθάνῃ , αἰτιῶνται αὐτὸν τὸν ἄγγελον , φάμενοί μιν ἄνδρα κακὸν εἶναι , αἰτιησάμενοι δὲ τοῦτον ἄλλον ἀποπέμπουσι · ἐντέλλονται δὲ ἔτι ζῶντι . οὗτοι
οἱ αὐτοὶ Θρήικες καὶ πρὸς βροντήν τε καὶ ἀστραπὴν τοξεύοντες ἄνω πρὸς τὸν οὐρανὸν ἀπειλέουσι τῷ θεῷ , οὐδένα ἄλλον θεὸν νομίζοντες εἶναι εἰ μὴ τὸν σφέτερον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.