πρὸς δʼ αὖ μεσαμβρίης ἐσχάτη Ἀραβίη τῶν οἰκεομενέων χωρέων ἐστί , ἐν δὲ ταύτῃ λιβανωτός τε ἐστὶ μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη καὶ κινάμωμον καὶ λήδανον . ταῦτα πάντα πλὴν τῆς σμύρνης δυσπετέως κτῶνται οἱ Ἀράβιοι .
τὸν μέν γε λιβανωτὸν συλλέγουσι τὴν στύρακα θυμιῶντες , τὴν ἐς Ἕλληνας Φοίνικες ἐξάγουσι · ταύτην θυμιῶντες λαμβάνουσι · τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι , μικροὶ τὰ μεγάθεα , ποικίλοι τὰ εἴδεα , φυλάσσουσι πλήθεϊ πολλοὶ περὶ δένδρον ἕκαστον , οὗτοι οἵ περ ἐπʼ Αἴγυπτον ἐπιστρατεύονται , οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων ἢ τῆς στύρακος τῷ καπνῷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.