αἰνέω μέν νυν τόνδε τὸν νόμον , αἰνέω δὲ καὶ τόνδε , τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν , μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν · ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων , οὕτω τῷ θυμῷ χρᾶται .
ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα , ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο , πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα ἢ μοιχίδια · οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.