ταῦτα δʼ ἔτι τούτου ἐπικαλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐς τοὺς βαρβάρους , καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια χρηστά · ὡς δὲ χρόνῳ κοτὲ ἐγένετο , ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺς Πέρσας , καὶ οἱ Πέρσαι ἀντίοι τὰ τόξα μετέντες .
ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη . ὡς δὲ ταῦτα ἐπεπτώκεε , ἤδη ἐγίνετο ἡ μάχη ἰσχυρὴ παρʼ αὐτὸ τὸ Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν , ἐς ὃ ἀπίκοντο ἐς ὠθισμόν · τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι . λήματι
μέν νυν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι , ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι σοφίην , προεξαΐσσοντες δὲ κατʼ ἕνα καὶ δέκα , καὶ πλεῦνές τε καὶ ἐλάσσονες συστρεφόμενοι , ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.