ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε , τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι , Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ , πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων , οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην (τὴν γὰρ νῦν νέμονται Σκύθαι , αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων) ,
τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου , καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας , ἐντόνους μὲν ἀμφοτέρας , ἀμείνω δὲ τὴν τῶν βασιλέων · τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν , τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι . οὔκων
δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας · τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι · τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ , λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν . ὡς
δὲ δόξαι σφι ταῦτα , διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους . καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπʼ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην (καί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφος) , θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι · Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.