οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντες ἦσαν οἵδε , Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτά · ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες ἄπειροι τῆς ναυτικῆς ἐόντες συνεπλήρουν τοῖσι Ἀθηναίοισι τὰς νέας . Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο , Μεγαρέες δὲ εἴκοσι .
καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι , Ἀθηναίων σφι παρεχόντων τὰς νέας , Αἰγινῆται δὲ ὀκτωκαίδεκα , Σικυώνιοι δὲ δυοκαίδεκα , Λακεδαιμόνιοι δὲ δέκα , Ἐπιδαύριοι δὲ ὀκτώ , Ἐρετριέες δὲ ἑπτά , Τροιζήνιοι δὲ πέντε , Στυρέες δὲ δύο , καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο · Λοκροὶ δέ σφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.