Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος . μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε , ἐνέβησε δὲ ἐς φροντίδα , εἴ κως δύναιτο , πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας , καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν .
μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντείων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ , διαπέμψας ἄλλους ἄλλῃ , τοὺς μὲν ἐς Δελφοὺς ἰέναι , τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων , τοὺς δὲ ἐς Δωδώνην · οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον , οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας . ταῦτα
μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος · Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους . διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων ὅ τι φρονέοιεν , ὡς εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη , ἐπείρηται σφέα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.