τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε , Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην , οὐ κατʼ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος . Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα , καὶ ἐούσης ταύτης οἱ καταθυμίης , παῖδες οὐκ ἐγίνοντο .
τούτου δὲ τοιούτου ἐόντος , οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς , ἀλλʼ ἡμῖν τοῦτʼ ἐστὶ οὐ περιοπτέον , γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον . σύ νυν τὴν μὲν ἔχεις γυναῖκα , ἐπείτε τοι οὐ τίκτει , ἔξεο , ἄλλην δὲ γῆμον · καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις . ὃ δʼ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν , ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας , τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ , ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι · οὐδέ σφι πείσεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.