μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου , τῷ οὔνομα εἶναι Σεθῶν · τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν , ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς , καί σφεας ἀπελέσθαι τὰς ἀρούρας · τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας .
μετὰ δὲ ἐπʼ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων · οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν . τὸν
δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν . ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον , καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν · αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς . τούτοισι
δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι , παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι , στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ · ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί · ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν , καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους . ἐνθαῦτα
ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα , πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα , ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς . καὶ
νῦν οὗτος ὁ βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος , ἔχων ἐπὶ τῆς χειρὸς μῦν , λέγων διὰ γραμμάτων τάδε · ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.