ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε · σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται , διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος . διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί , παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ .
ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός , ἐπʼ ᾧ πύλαι τε ἔπεισι , τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν , καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ . διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα , παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν . ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι . ταῦτα
δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί , παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ . οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος , τῷ οὔνομα Εὐφρήτης . ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα , παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ , καὶ φυλακτήριον ἐν αὐτοῖσι . ἐκ
δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα , παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν . ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι , τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί , πρῶτος μὲν Τίγρης , μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος , οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων · ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει , ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν · ὁ δὲ
τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης , τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας . ἐκ δὲ
ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί , παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην , ἐόντα καὶ τοῦτον νηυσιπέρητον · ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.