τῆς δὲ Σάμου Μαιάνδριος ὁ Μαιανδρίου εἶχε τὸ κράτος , ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν · τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο .
ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη ὁ Πολυκράτεος θάνατος , ἐποίεε τοιάδε · πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί · μετὰ δέ , ὥς οἱ ἐπεποίητο , ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε . ἐμοί
, ὡς ἴστε καὶ ὑμεῖς , σκῆπτρον καὶ δύναμις πᾶσα ἡ Πολυκράτεος ἐπιτέτραπται , καί μοι παρέχει νῦν ὑμέων ἄρχειν . ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω , αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω · οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει . Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ , ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω .
μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι , ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι , ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπʼ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου · τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι .
ὃ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο · τῶν δέ τις ἐξαναστὰς εἶπε ἀλλʼ οὐδʼ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν , γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος · ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.