ἰδόντες δὲ οἱ Ἀθηναῖοι οὐκέτι κατὰ τέλεα προσελαύνοντας τοὺς ἱππέας ἀλλὰ πάντας , τὴν ἄλλην στρατιὴν ἐπεβώσαντο . ἐν ᾧ δὲ ὁ πεζὸς ἅπας ἐβοήθεε , ἐν τούτῳ μάχη ὀξέα περὶ τοῦ νεκροῦ γίνεται .
ἕως μέν νυν μοῦνοι ἦσαν οἱ τριηκόσιοι , ἑσσοῦντό τε πολλὸν καὶ τὸν νεκρὸν ἀπέλειπον · ὡς δέ σφι τὸ πλῆθος ἐπεβοήθησε , οὕτω δὴ οὐκέτι οἱ ἱππόται ὑπέμενον οὐδέ σφι ἐξεγένετο τὸν νεκρὸν ἀνελέσθαι , ἀλλὰ πρὸς ἐκείνῳ ἄλλους προσαπώλεσαν τῶν ἱππέων . ἀποστήσαντες ὦν ὅσον τε δύο στάδια ἐβουλεύοντο ὅ τι χρεὸν εἴη ποιέειν · ἐδόκεε δέ σφι ἀναρχίης ἐούσης ἀπελαύνειν παρὰ Μαρδόνιον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.