ταῦτα μέν νυν αὐτοὶ Αἰγύπτιοι λέγουσι · ὅσα δὲ οἵ τε ἄλλοι ἄνθρωποι καὶ Αἰγύπτιοι λέγουσι ὁμολογέοντες τοῖσι ἄλλοισι κατὰ ταύτην τὴν χώρην γενέσθαι , ταῦτʼ ἤδη φράσω · προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος .
ἐλευθερωθέντες Αἰγύπτιοι μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα , οὐδένα γὰρ χρόνον οἷοί τε ἦσαν ἄνευ βασιλέος διαιτᾶσθαι , ἐστήσαντο δυώδεκα βασιλέας , δυώδεκα μοίρας δασάμενοι Αἴγυπτον πᾶσαν . οὗτοι
ἐπιγαμίας ποιησάμενοι ἐβασίλευον νόμοισι τοῖσιδε χρεώμενοι , μήτε καταιρέειν ἀλλήλους μήτε πλέον τι δίζησθαι ἔχειν τὸν ἕτερον τοῦ ἑτέρου , εἶναί τε φίλους τὰ μάλιστα . τῶνδε
δὲ εἵνεκα τοὺς νόμους τούτους ἐποιέοντο , ἰσχυρῶς περιστέλλοντες · ἐκέχρηστό σφι κατʼ ἀρχὰς αὐτίκα ἐνισταμένοισι ἐς τὰς τυραννίδας τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τοῦτον ἁπάσης βασιλεύσειν Αἰγύπτου · ἐς γὰρ δὴ τὰ πάντα ἱρὰ συνελέγοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.