μέχρι μέν νυν τῶν φαλακρῶν τούτων πολλὴ περιφανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων · καὶ γὰρ Σκυθέων τινὲς ἀπικνέονται ἐς αὐτούς , τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεος τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων · Σκυθέων δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτούς , διʼ ἑπτὰ ἑρμηνέων καὶ διʼ ἑπτὰ γλωσσέων διαπρήσσονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.