οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο , ἄλλοι δὲ αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , ἐν δεξιῇ τὸν Παρνησὸν ἀπέργοντες . ὅσα δὲ καὶ οὗτοι ἐπέσχον τῆς Φωκίδος , πάντα ἐσιναμώρεον · καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Αἰολιδέων .
ἐπορεύοντο δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα , ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέι Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα . πάντα δʼ ἠπίστατο τὰ ἐν τῷ ἱρῷ ὅσα λόγου ἦν ἄξια Ξέρξης , ὡς ἐγὼ πυνθάνομαι , ἄμεινον ἢ τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε , πολλῶν αἰεὶ λεγόντων , καὶ μάλιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.