εἴπας δὲ ταῦτα ὁ Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον , ἀπικομένῳ δέ οἱ λέγει τάδε . Ἄδρηστε , ἐγώ σε συμφορῇ , πεπληγμένον ἀχάρι , τήν τοι οὐκ ὀνειδίζω , ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω , παρέχων πᾶσαν δαπάνην .
νῦν ὤν (ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι ) φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου , μή τινες κατʼ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν .
πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι χρεόν πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.