ἐτετείχιστο μέν νυν ἡ Βαβυλὼν τρόπῳ τοιῷδε , ἔστι δὲ δύο φάρσεα τῆς πόλιος . τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει , τῷ οὔνομα ἐστὶ Εὐφρήτης · ῥέει δὲ ἐξ Ἀρμενίων , ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς · ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν .
τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται · τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει . τὸ
δὲ ἄστυ αὐτό , ἐὸν πλῆρες οἰκιέων τριωρόφων καὶ τετρωρόφων , κατατέτμηται τὰς ὁδοὺς ἰθέας τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας . κατὰ
δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν , ὅσαι περ αἱ λαῦραι , τοσαῦται ἀριθμόν · ἦσαν δὲ καὶ αὗται χάλκεαι φέρουσαι καὶ αὐταὶ ἐς αὐτὸν τὸν ποταμόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.