ταῦτα βουλευομένων σφέων , ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι εἰσὶ καὶ ὅ τι ποιέοιεν . ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς ἁλισμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη , καὶ τοὺς ἡγεμόνας ὡς εἴησαν Λακεδαιμόνιοί τε καὶ Λεωνίδης ἐὼν γένος Ἡρακλείδης .
ὡς δὲ προσήλασε ὁ ἱππεὺς πρὸς τὸ στρατόπεδον , ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὒ τὸ στρατόπεδον · τοὺς γὰρ ἔσω τεταγμένους τοῦ τείχεος , τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ , οὐκ οἷά τε ἦν κατιδέσθαι · ὁ δὲ τοὺς ἔξω ἐμάνθανε , τοῖσι πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο · ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι . τοὺς
μὲν δὴ ὥρα γυμναζομένους τῶν ἀνδρῶν , τοὺς δὲ τὰς κόμας κτενιζομένους . ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε . μαθὼν δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατʼ ἡσυχίην · οὔτε γάρ τις ἐδίωκε ἀλογίης τε ἐνεκύρησε πολλῆς · ἀπελθών τε ἔλεγε πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.