τοῦ δὲ λαβυρίνθου τούτου ἐόντος τοιούτου θῶμα ἔτι μέζον παρέχεται ἡ Μοίριος καλεομένη λίμνη , παρʼ ἣν ὁ λαβύρινθος οὗτος οἰκοδόμηται · τῆς τὸ περίμετρον τῆς περιόδου εἰσὶ στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι , σχοίνων ἑξήκοντα ἐόντων , ἴσοι καὶ αὐτῆς Αἰγύπτου τὸ παρὰ θάλασσαν . κεῖται δὲ μακρὴ ἡ λίμνη πρὸς βορέην τε καὶ νότον , ἐοῦσα βάθος , τῇ βαθυτάτη αὐτὴ ἑωυτῆς , πεντηκοντόργυιος .
ὅτι δὲ χειροποίητος ἐστὶ καὶ ὀρυκτή , αὐτὴ δηλοῖ · ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες , τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη , καὶ τὸ κατʼ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτον , καὶ ἐπʼ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ . οὕτω
αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων , αἱ δʼ ἑκατὸν ὀργυιαὶ δίκαιαι εἰσὶ στάδιον ἑξάπλεθρον , ἑξαπέδου τε τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος , τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων , τοῦ δὲ πήχεος ἑξαπαλαίστου . τὸ
δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστἱ ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ἡ ταύτᾐ , ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται , καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην , ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις · καὶ
ἐπεὰν μὲν ἐκρέῃ ἔξω , ἣ δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπʼ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων , ἐπεὰν δὲ ἐσίῃ τὸ ὓδωρ ἐς αὐτήν , εἴκοσι μνέας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.