τοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω , ἀπόζει δὲ τῆς χώρης τῆς Ἀραβίης θεσπέσιον ὡς ἡδύ . δύο δὲ γένεα ὀίων σφι ἐστὶ θώματος ἄξια , τὰ οὐδαμόθι ἑτέρωθι ἐστί . τὸ μὲν αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς , τριῶν πηχέων οὐκ ἐλάσσονας , τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν , ἕλκεα ἂν ἔχοιεν ἀνατριβομενέων πρὸς τῇ γῇ τῶν οὐρέων ·
νῦν δʼ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργέειν ἐς τοσοῦτο · ἁμαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι , ἑνὸς ἑκάστου κτήνεος τὴν οὐρὴν ἐπὶ ἁμαξίδα ἑκάστην καταδέοντες . τὸ δὲ ἕτερον γένος τῶν ὀίων τὰς οὐρὰς πλατέας φορέουσι καὶ ἐπὶ πῆχυν πλάτος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.