λέγει Ἀρτάβανος μετὰ ταῦτα ὦ βασιλεῦ , ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα , σὺ δέ μευ συμβουλίην ἔνδεξαι · ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι . Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι .
τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας · καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι . ἢ γὰρ σφέας , ἢν ἕπωνται , δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν , ἢ δικαιοτάτους συνελευθεροῦντας .
ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι , δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται . ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται , τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.