μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ , γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη . τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν , τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον . ἐπεὶ
δὲ συνῆκαν ἀλλήλων , ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες . ἡμῖν εἰσὶ μὲν τοκέες , εἰσὶ δὲ κτήσιες · νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν , ἀλλʼ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα . γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας . αἳ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε . ἡμεῖς
οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν · οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσι ἐστί . ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα , ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν · αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι , ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι , οὔτʼ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ . οὐκ
ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι . ἀλλʼ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι , ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος , καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν . ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.