ἄνειμι δὲ ἐκεῖσε τοῦ λόγου τῇ μοι τὸ πρότερον ἐξέλιπε . ἐπύθοντο Λακεδαιμόνιοι ὅτι βασιλεὺς στέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι , καὶ οὕτω δὴ ἐς τὸ χρηστήριον τὸ ἐς Δελφοὺς ἀπέπεμψαν , ἔνθα δή σφι ἐχρήσθη τὰ ὀλίγῳ πρότερον εἶπον · ἐπύθοντο δὲ τρόπῳ θωμασίῳ .
Δημάρητος γὰρ ὁ Ἀρίστωνος φυγὼν ἐς Μήδους , ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται , οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι , πάρεστι δὲ εἰκάζειν εἴτε εὐνοίῃ ταῦτα ἐποίησε εἴτε καὶ καταχαίρων . ἐπείτε γὰρ Ξέρξῃ ἔδοξε στρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα , ἐὼν ἐν Σούσοισι ὁ Δημάρητος καὶ πυθόμενος ταῦτα ἠθέλησε Λακεδαιμονίοισι ἐξαγγεῖλαι . ἄλλως
μὲν δὴ οὐκ εἶχε σημῆναι · ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη · ὁ δὲ μηχανᾶται τοιάδε · δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνησε , καὶ ἔπειτα ἐν τῷ ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βασιλέος γνώμην , ποιήσας δὲ ταῦτα ὀπίσω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα , ἵνα φερόμενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι πρὸς τῶν ὁδοφυλάκων . ἐπεὶ
δὲ καὶ ἀπίκετο ἐς τὴν Λακεδαίμονα , οὐκ εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι , πρίν γε δή σφι , ὡς ἐγὼ πυνθάνομαι , Κλεομένεος μὲν θυγάτηρ Λεωνίδεω δὲ γυνὴ Γοργὼ ὑπέθετο ἐπιφρασθεῖσα αὐτή , τὸν κηρὸν κνᾶν κελεύουσα , καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ . πειθόμενοι δὲ εὗρον καὶ ἐπελέξαντο , ἔπειτα δὲ τοῖσι ἄλλοισι Ἕλλησι ἐπέστειλαν . ταῦτα μὲν δὴ οὕτω λέγεται γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.