αὐτοὶ μὲν Ἀργεῖοι τοσαῦτα τούτων πέρι λέγουσι · ἔστι δὲ ἄλλος λόγος λεγόμενος ἀνὰ τὴν Ἑλλάδα , ὡς Ξέρξης ἔπεμψε κήρυκα ἐς Ἄργος πρότερον ἤ περ ὁρμῆσαι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ·
ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν ἄνδρες Ἀργεῖοι , βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει . ἡμεῖς νομίζομεν Πέρσην εἶναι ἀπʼ οὗ ἡμεῖς γεγόναμεν παῖδα Περσέος τοῦ Δανάης , γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς Ἀνδρομέδης . οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι . οὔτε ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους στρατεύεσθαι , οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνεσθαι , ἀλλὰ παρʼ ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι . ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον , οὐδαμοὺς μέζονας ὑμέων ἄξω .
ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσασθαι , καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν , ἐπεὶ δὲ σφέας παραλαμβάνειν τοὺς Ἕλληνας , οὕτω δὴ ἐπισταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι μεταιτέειν , ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.