κατὰ δέ κου μάλιστα τὴν Καμβύσεω νοῦσον ἐγίνετο τάδε . ὑπὸ Κύρου κατασταθεὶς ἦν Σαρδίων ὕπαρχος Ὀροίτης ἀνὴρ Πέρσης · οὗτος ἐπεθύμησε πρήγματος οὐκ ὁσίου · οὔτε γάρ τι παθὼν οὔτε ἀκούσας μάταιον ἔπος πρὸς Πολυκράτεος τοῦ Σαμίου , οὐδὲ ἰδὼν πρότερον , ἐπεθύμεε λαβὼν αὐτὸν ἀπολέσαι , ὡς μὲν οἱ πλεῦνες λέγουσι , διὰ τοιήνδε τινὰ αἰτίην .
ἐπὶ τῶν βασιλέος θυρέων κατήμενον τόν τε Ὀροίτεα καὶ ἄλλον Πέρσην τῷ οὔνομα εἶναι Μιτροβάτεα , νομοῦ ἄρχοντα τοῦ ἐν Δασκυλείῳ , τούτους ἐκ λόγων ἐς νείκεα συμπεσεῖν , κρινομένων δὲ περὶ ἀρετῆς εἰπεῖν τὸν Μιτροβάτεα τῷ Ὀροίτῃ προφέροντα σὺ
γὰρ ἐν ἀνδρῶν λόγῳ , ὃς βασιλέι νῆσον Σάμον πρὸς τῷ σῷ νομῷ προσκειμένην οὐ προσεκτήσαο , ὧδε δή τι ἐοῦσαν εὐπετέα χειρωθῆναι , τὴν τῶν τις ἐπιχωρίων πεντεκαίδεκα ὁπλίτῃσι ἐπαναστὰς ἔσχε καὶ νῦν αὐτῆς τυραννεύει ;
οἳ μὲν δή μιν φασὶ τοῦτο ἀκούσαντα καὶ ἀλγήσαντα τῷ ὀνείδεϊ ἐπιθυμῆσαι οὐκ οὕτω τὸν εἴπαντα ταῦτα τίσασθαι ὡς Πολυκράτεα πάντως ἀπολέσαι , διʼ ὅντινα κακῶς ἤκουσε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.