μετὰ δὲ ταῦτα πεπληρωμένῃσι τῇσι νηυσὶ παρῆσαν οἱ Ἴωνες , σὺν δέ σφι καὶ Αἰολέων ὅσοι τὴν Λέσβον νέμονται . ἐτάσσοντο δὲ ὧδε . τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον κέρας αὐτοὶ Μιλήσιοι , νέας παρεχόμενοι ὀγδώκοντα · εἴχοντο δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί , Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί , Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί ·
πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες , Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι , Φωκαέες δὲ τρεῖς · Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα · τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί . πάντων δὲ τούτων ὁ σύμπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα καὶ τριηκόσιαι τριήρεες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.