ὁ δὲ δὴ αἴσχιστος τῶν νόμων ἐστὶ τοῖσι Βαβυλωνίοισι ὅδε · δεῖ πᾶσαν γυναῖκα ἐπιχωρίην ἱζομένην ἐς ἱρὸν Ἀφροδίτης ἅπαξ ἐν τῇ ζόῃ μιχθῆναι ἀνδρὶ ξείνῳ . πολλαὶ δὲ καὶ οὐκ ἀξιούμεναι ἀναμίσγεσθαι τῇσι ἄλλῃσι , οἷα πλούτῳ ὑπερφρονέουσαι , ἐπὶ ζευγέων ἐν καμάρῃσι ἐλάσασαι πρὸς τὸ ἱρὸν ἑστᾶσι · θεραπηίη δέ σφι ὄπισθε ἕπεται πολλή . αἱ
δὲ πλεῦνες ποιεῦσι ὧδε · ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι θώμιγγος πολλαὶ γυναῖκες · αἳ μὲν γὰρ προσέρχονται , αἳ δὲ ἀπέρχονται . σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν , διʼ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται · ἔνθα
ἐπεὰν ἵζηται γυνή , οὐ πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία ἤ τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν ἐς τὰ γούνατα μιχθῇ ἔξω τοῦ ἱροῦ · ἐμβαλόντα δὲ δεῖ εἰπεῖν τοσόνδε · ἐπικαλέω τοι τὴν θεὸν Μύλιττα . Μύλιττα δὲ καλέουσι τὴν Ἀφροδίτην Ἀσσύριοι . τὸ
δὲ ἀργύριον μέγαθος ἐστὶ ὅσον ὦν · οὐ γὰρ μὴ ἀπώσηται · οὐ γάρ οἱ θέμις ἐστί · γίνεται γὰρ ἱρὸν τοῦτο τὸ ἀργύριον . τῷ δὲ πρώτῳ ἐμβαλόντι ἕπεται οὐδὲ ἀποδοκιμᾷ οὐδένα . ἐπεὰν δὲ μιχθῇ , ἀποσιωσαμένη τῇ θεῷ ἀπαλλάσσεται ἐς τὰ οἰκία , καὶ τὠπὸ τούτου οὐκ οὕτω μέγα τί οἱ δώσεις ὥς μιν λάμψεαι . ὅσσαι
μέν νυν εἴδεός τε ἐπαμμέναι εἰσὶ καὶ μεγάθεος , ταχὺ ἀπαλλάσσονται , ὅσαι δὲ ἄμορφοι αὐτέων εἰσί , χρόνον πολλὸν προσμένουσι οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι · καὶ γὰρ τριέτεα καὶ τετραέτεα μετεξέτεραι χρόνον μένουσι . ἐνιαχῇ δὲ καὶ τῆς Κύπρου ἐστὶ παραπλήσιος τούτῳ νόμος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.