οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ὁ ἐπʼ Αἴγυπτον ταχθείς , εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι , προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ Μάγου .
Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι ἐκ Πρηξάσπεος (πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτα) , βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε Πρήξασπες , οὕτω μοι διεπρήξαο τό τοι προσέθηκα πρῆγμα ;
ὁ δὲ εἶπε ὦ δέσποτα , οὐκ ἔστι ταῦτα ἀληθέα , ὅκως κοτὲ σοὶ Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε , οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται ἢ μέγα ἢ σμικρόν · ἐγὼ γὰρ αὐτός , ποιήσας τὰ σύ με ἐκέλευες , ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ .
μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι , προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι · εἰ δʼ ἔστι ὥσπερ πρὸ τοῦ , οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ . νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρʼ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.