θωμάζων δὲ ὁ Δαρεῖος τά τε ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα , ἄγειν αὐτὴν ἐκέλευε ἑωυτῷ ἐς ὄψιν . ὡς δὲ ἄχθη , παρῆσαν καὶ οἱ ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων . εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁποδαπὴ εἴη , ἔφασαν οἱ νεηνίσκοι εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν .
ὃ δʼ ἀμείβετο , τίνες δὲ οἱ Παίονες ἄνθρωποι εἰσὶ καὶ κοῦ γῆς οἰκημένοι , καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις . οἳ δέ οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς , εἴη δὲ ἡ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη , ὁ δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου , εἴησαν δὲ Τευκρῶν τῶν ἐκ Τροίης ἄποικοι . οἳ
μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον , ὁ δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες . οἳ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν · αὐτοῦ γὰρ ὦν τούτου εἵνεκα καὶ ἐποιέετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.