ὃ μὲν δὴ δεξάμενος τὸ ῥηθὲν ἀπαλλάσσετο , Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον , καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι , ἀπάγων τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν .
ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατʼ οὕστινας ἀνθρώπους , τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο · εἰ δὲ καρπὸν μηδένα εὕροιεν , οἳ δὲ τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον , ὁμοίως τῶν τε ἡμέρωι καὶ τῶν ἀγρίων , καὶ ἔλειπον οὐδέν · ταῦτα δʼ ἐποίεον ὑπὸ λιμοῦ . ἐπιλαβὼν
δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατʼ ὁδὸν ἔφθειρε . τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε , ἐπιτάσσων τῇσι πόλισι , ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων , μελεδαίνειν τε καὶ τρέφειν , ἐν Θεσσαλίῃ τε τινὰς καὶ ἐν Σίρι τῆς Παιονίης καὶ ἐν Μακεδονίῃ . ἔνθα
καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διός , ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε , ἀπιὼν οὐκ ἀπέλαβε , ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν νεμομένας ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ Στρυμόνος οἰκημένων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.