ἔχοντι δέ οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον , ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος καὶ οὐ καθαρὸς χεῖρας , ἐὼν Φρὺξ μὲν γενεῇ , γένεος δὲ τοῦ βασιληίου . παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι , Κροῖσος δέ μιν ἐκάθηρε . ἔστι
δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι . ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος , ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη , λέγων τάδε · ὤνθρωπε
, τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο ; τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας ; ὁ δὲ ἀμείβετο ὦ βασιλεῦ , Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς , ὀνομάζομαι δὲ Ἄδρηστος , φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων . Κροῖσος
δέ μιν ἀμείβετο τοῖσιδε · ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους , ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου , συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.