ταῦτα οἱ Ἀθηναῖοι ὡς ἐπύθοντο , ὁρμέατο βοηθέειν καὶ τὰ μάλιστα ἐπαμύνειν · καί σφι ἤδη στείχουσι ἐπιτίθενται οἱ ἀντιταχθέντες Ἑλλήνων τῶν μετὰ βασιλέος γενομένων , ὥστε μηκέτι δύνασθαι βοηθῆσαι · τὸ γὰρ προσκείμενον σφέας ἐλύπεε .
οὕτω δὴ μουνωθέντες Λακεδαιμόνιοι καὶ Τεγεῆται , ἐόντες σὺν ψιλοῖσι ἀριθμὸν οἳ μὲν πεντακισμύριοι Τεγεῆται δὲ τρισχίλιοι (οὗτοι γὰρ οὐδαμὰ ἀπεσχίζοντο ἀπὸ Λακεδαιμονίων) , ἐσφαγιάζοντο ὡς συμβαλέοντες Μαρδονίῳ καὶ τῇ στρατιῇ τῇ παρεούσῃ . καὶ
οὐ γάρ σφι ἐγίνετο τὰ σφάγια χρηστά , ἔπιπτον δὲ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ πολλῷ πλεῦνες ἐτρωματίζοντο · φράξαντες γὰρ τὰ γέρρα οἱ Πέρσαι ἀπίεσαν τῶν τοξευμάτων πολλὰ ἀφειδέως , οὕτω ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν , χρηίζοντα μηδαμῶς σφέας ψευσθῆναι τῆς ἐλπίδος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.